De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
διηγούμενος τὰ ὑπὸ Μάγνου εἰρημένα κατὰ λέξιν οὕτω γράφει·
ὅλως γὰρ, φησὶν, ἡ σφοδρὰ πληγὴ οὐ γίγνεται, εἰ μὴ
ναστοῦ ὄντος τοῦ προσπίπτοντος, μεγάλου καὶ ταχέος ἐπιφερομένου.
ἐφ’ ἃ μετ’ ὀλίγον οὕτως ἄρα φησί· καὶ σφοδρότης
σφυγμοῦ ἐκ τάχους, μεγέθους, σφοδρότητος, πληρότητός
ἐστι σύνθετος. τὸ γὰρ ἀνωτέρω ναστὸν, τοῦτο νῦν
πλῆρες ἐκάλεσεν, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἢ ἐκείνως
εἰπεῖν. ἀλλὰ καὶ πανταχοῦ μοι δοκεῖ κατὰ τὸν αὐτὸν τρόπον
χρῆσθαι τῇ τοῦ ναστοῦ προσηγορίᾳ. μεταλάβωμεν οὖν
ἤδη τὸ ναστοτέραν εἰς τὸ πληρεστέραν, ἵνα καὶ γνῶμεν τί
ποτ’ ἐστὶν ὃ λέγει. ἔστι δὲ ἡ λέξις τοιάδε· ἔστι δὲ πλήρης
μὲν σφυγμὸς ὁ πληρεστέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν. ἀλλὰ
τοῦτο μὲν δι’ ἑαυτοῦ δηλούμενον, οὐδὲν ἡμᾶς διδάξει πλέον.
ἆρ’ οὖν ἄμεινον ὑπερβάντας ὅλον τὸ ναστοτέραν σκέψασθαι
τὸ ἐπιφερόμενον ἐγχύλως. τοιοῦτον γάρ τι δηλοῦν ἔοικεν ἡ
λέξις, ὡς τοῦ πλήρους σφυγμοῦ κατὰ τὴν προσβολὴν δεικνυμένου
διασεσαγμένην ἐγχύλως τὴν ἀρτηρίαν. αὐτὸ δὲ πάλιν
τὸ διασεσαγμένην πότερα ταὐτόν ἐστι τῷ μεμεστωμένην, ἢ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]