De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
λέγουσι σκοπεῖν, καὶ πολλαπλάσιόν γε χρόνον εἰς τοῦτ’ ἀναλίσκειν,
ἢ εἰς αὐτῶν τῶν πραγμάτων τὴν εὕρεσιν; ἴδωμεν
οὖν ἤδη καὶ τὴν τοῦ Ἀγαθίνου ῥῆσιν, καὶ ζητήσωμεν εἰ τὸ
τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ
ἐν τοῖς πλήρεσιν εἶναι βούλεται. γράφει οὖν καὶ αὐτὸς ᾧδε·
παρακολουθεῖ γὰρ ἐν ταῖς ἐπισκέψεσι πληρότητος καὶ κενότητος
σφυγμοῦ, τοῦ μὲν πλήρους τεταμένον καὶ ἐξεριστικὸν
δι’ ὅλου τὸ πνεῦμα παριστάντος, τοῦ δὲ κενοῦ διαῤῥέον καὶ
ταῖς ἀντιβάσεσιν ἐναφανιζόμενον, ὡς ῥήξει τινὸς ὑδατίνης
πομφόλυγος ἐοικέναι. τούτῳ μὲν τό γε τοσοῦτον ἤδη χάριν
ἴσμεν, ὅτι τε μὴ Σφιγγὸς αἰνίγματα προβάλλει, καθάπερ
Ἀρχιγένης τε καὶ πολλοὶ τῶν ἄλλων. εἰ μὲν γὰρ ὀρθῶς, ἢ
μὴ λέγει κατὰ σχολὴν ἔνεστι σκοπεῖσθαι. τὸ δ’ οὖν λεγόμενον
αὐτὸ σαφές ἐστιν ἤδη. βούλεται γὰρ τεταμένον καὶ ἐξεριστικὸν
δι’ ὅλου τὸ πνεῦμα κατὰ τοὺς πλήρεις ἐμφαίνεσθαι
σφυγμοὺς, ἄῤῥωστον δὲ καὶ καταπῖπτον ῥᾳδίως καὶ μηδεμίαν
ἔχον ἀντίβασιν ἐν τοῖς κενοῖς. εἴτε δὲ τὸ σύμφυτον
πνεῦμα καὶ ζωτικὸν τὸ διὰ τῶν σωμάτων, ὡς αὐτοὶ βούλονται,
τεταμένον, εἴτε τὸ ἀερῶδές τε καὶ ὑλικὸν τὸ ἐν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]