De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
καὶ τῶν παιδοτριβῶν ἤκουσα λεγόντων, ἀλλ’
οὐκ ἀνάλογον οἰδήμασι καὶ φλεγμοναῖς, ἀλλ’ ὥσπερ καὶ κυριώτατα
καὶ συνηθέστατα λέγεται, παραπλησίως τοῖς ἀγγείοις
τοῖς πλήρεσί τε καὶ κενοῖς ὠνόμαζον, καὶ ἀπολαμβάνοντές
γε τοῦ δέρματος ἐπεσπῶντο, διαγινώσκοντες, εἰ χαλαρὸν,
ἢ ἐσφιγμένον εἴη, καὶ οὕτως ἐκ μὲν τοῦ χαλαροῦ
τὸ κενὸν, ἐκ δὲ τοῦ περιτεταμένου τὸ πλῆρες ἐτεκμήραντο.
καὶ πολλάκις γε τὸν ἰσχνότερον τοῦ ἁδροτέρου πληρέστερον
ἐκάλουν ἀπὸ τῆς τοιαύτης διαγνώσεως. ταῦτα
ἀναγκαζόμεθα ληρεῖν διὰ τὸ τοὺς πρώτους τὰ μηδὲν πρὸς
ἔπος ληρήσαντας. ὥσπερ γὰρ ὀνομάτων ἐξήγησιν γράφων
ὁ Ἀρχιγένης, οὐ πράγματα διδάσκειν ἐπιχειρῶν, συνεφόρησεν
εἰς ταὐτὸ πολλὰ παραδείγματά τε καὶ ὀνόματα, μήτε
πάντα καθ’ ἑνὸς πράγματος ἁρμόττειν δυνάμενα μήτε συνήθως
τοῖς Ἕλλησιν ὠνομασμένα· παρά τισι γὰρ Ἑλλήνων
ἢ οἶνον, ἢ ἔρια πλήρη καὶ κενὰ δυνατὸν εὑρεῖν γεγραμμένα.
δεῖ τοίνυν ἡμᾶς ἐπί τε τοὺς τῶν οἴνων καπήλους
καὶ τὰς γυναῖκας ἰέναι, καὶ πυνθάνεσθαι, τί βούλονται δηλοῦν,
καὶ ποῦ τοῦτο χρήσιμον. ἐνῆν γὰρ, εἴπερ ὅλως ἐπεθύμει
χρήσασθαι τῷ τοῦ πλήρους ὀνόματι, μηνύσαντα τὸ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]