De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ
ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν
οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα
περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ
καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους
τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν.
οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν,
ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δ’ ἂν ἀσκὸν πληρώσας
ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν
ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν,
εἰς διάγνωσιν ὁποία τίς ἐστιν ἡ περιεχομένη κατ’ αὐτὸν
οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν
οἴνου παχέος. ἀλλ’ οὐδ’ εἰ τῶν ἀσκῶν ὁ μὲν εἴη πίττης
ὑγρᾶς πλέων, ὁ δὲ ἀέρος, οὐδ’ οὕτως διαγνώσονται. μόνοι
γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν,
ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, ἡ δὲ διὰ τῆς ἁφῆς αἴσθησις
ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδ’ οἱ κλύδωνες τὰς
ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλ’ αὐτὸ τοῦτο μόνον
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]