De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται
καὶ πόλεμος ἄμφ’ αὐτῇ συνίσταται, τί ποθ’ ἡ λέξις λέγει
καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν
ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατ’ ἀμφιβολίαν
ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω
μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες,
οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις
ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν
ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν
διαφορὰν, τοῖς δ’ ὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι
μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας
οἱ πρότεροι, τῆς φιλονεικίας δ’ οἱ δεύτεροι. ἀταλαίπωροι
δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν
τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δ’ Ἡρακλείδης
τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο,
τί δ’ ἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος
εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα
καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]