De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
οὗτοι μὲν οἴονται τοὺς τῶν σφυγμῶν χρόνους ἀλλήλοις
παραβάλλεσθαι. τὸ δ’ ἀληθὲς οὐκ οὕτως ἔχει.
πολλάκις γὰρ ἡ τοῦ μακρότερον τὸν χρόνον ἔχοντος σφυγμοῦ
κίνησις ὠκυτέρα τῆς τὸν βραχύτερον ἐχούσης ἐστίν. καὶ
τοῦτ’ εἰ μή τις ἀκριβῶς διαγνοίη, πολλὰ καὶ μεγάλα τῶν ἐκ
τῆς διὰ σφυγμῶν προγνώσεως εὑρισκομένων ἀγνοήσει. τοῖς
μὲν οὖν ἡμῶν πεπειραμένοις ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων καὶ
τόπους πεπονθότας πολλάκις εἰρηκότων, πρὶν γυμνῶσαι τὰ
μέρη, καὶ τῶν ἐπιγινομένων τε καὶ προγεγονότων αἰτίων
καὶ συμπτωμάτων ἕκαστον οἶδ’ ὅτι τῶν νῦν λεχθησομένων
οὐδὲν ἄπιστον εἶναι δόξει. τὴν γὰρ ἀκριβεστάτην ἁπασῶν πίστεων
ἐσχήκασιν οὗτοι διὰ τῆς τῶν προῤῥηθέντων ἀληθείας,
τοῖς δ’ ἄλλοις ἄπιστος τήν γε πρώτην ὁ λόγος φαίνεται
καὶ θρασὺς, εἰ τοσούτους τε καὶ τοιούτους ἰατροὺς σφάλλεσθαι
λέγοιμεν ἐν ταῖς τοῦ τάχους τε καὶ τῆς βραδύτητος διαγνώσεσιν.
εἰ δ’ ἀνάσχοιτό τις καὶ προσοῖτο τῶν νῦν λεγομένων
ἐπακοῦσαι λόγων, οἶδ’ ὅτι κᾂν μὴ τελέως αὐτὸν πείσω
πιστεύειν, ἀλλ’ ἀποστήσω τοῦ παντάπασιν ἀπιστεῖν τοῖς λεγομένοις.
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]