De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
καὶ μικρὰν κίνησιν εὐθὺς καὶ ταχεῖαν εἶναι νομιῶ. οὐδὲ γὰρ
αὐτὸς ὁ μύρμηξ, ᾧ παρώνυμος ὁ σφυγμὸς, τῶν ὠκέως κινουμένων
ἐστὶν, ἀλλὰ βραχείας μὲν αὐτοῦ καὶ ἀμυδρὰς καὶ
πυκνὰς τὰς κινήσεις ὁρῶμεν, ὠκείας δὲ οὐδαμῶς. τίνι
γὰρ τούτων ἐξ ἀνάγκης ὠκύτης ἕπεται; πότερον τῇ ἀμυδρότητι;
ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ἄλλων ἁπάντων ἐπίσης
ἐχόντων, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὠκέως κινήσεται,
τοὐναντίον γὰρ ἅπαν ἐπὶ τοῖς ἄλλοις ὡσαύτως ἔχουσιν
ἡ ῥώμη τῆς δυνάμεως προσιοῦσα ταχεῖαν τὴν κίνησιν ἐργάζεται,
ὡς κᾀν τοῖς περὶ σφυγμῶν αἰτίοις ἀποδείκνυμεν. ἀλλ’
οὐδ’ ἡ πυκνότης αἰτία τοῦ τάχους. τίς γὰρ ἀνάγκη τὸν πυκνῶς
Ἀθήνηθεν εἰς τὸν Πειραιᾶ πορευόμενον εὐθὺς καὶ τρέχειν;
ἄλλαι μὲν γὰρ αἰτίαι τοῦ πυκνῶς τι πράττειν, ἄλλαι
δὲ τοῦ ταχέως. ἀλλ’ ἴσως διὰ τὴν μικρότητά φησιν ἐξ ἀνάγκης
εἶναι τὸν μυρμηκίζοντα σφυγμὸν ταχύν. τί γὰρ ἄλλο τις
ἐπινοήσει; εὔλογον μὲν οὖν τό γε τοιοῦτον, εἰ δὲ καὶ ἀληθὲς
ἤδη σκοποῦμεν. ἀναγκαῖον μὲν γάρ ἐστι τὴν ἀρτηρίαν κατὰ
βραχυτάτης διαστάσεως φερομένην ἐλάττονα χρόνον ἀναλοῦν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]