De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἤπερ ὅτε κατὰ μεγίστης ἐφέρετο, οὐ μὴν ἥτις ἐν ὀλίγῳ χρόνῳ
περιγράφεται κίνησις, ἀναγκαῖόν ἐστι ταύτην ὠκεῖαν εἶναι.
τὴν οὖν ἐν πολλῷ χρόνῳ γινομένην ὠκεῖαν εἶναι λέγεις; ἴσως
ἄν τις ἐπανέροιτο. ἐγὼ δ’ οὐ ταύτην φημί. καθόλου γὰρ
οὐκ ἀξιῶ τοῦ χρόνου τὸ ποσὸν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ
καὶ τῆς διαστάσεως. ὅταν οὖν ἐθέλῃς πυθέσθαι μου τὴν ἐν
ὀλίγῳ χρόνῳ γινομένην κίνησιν, ὁποίαν τινὰ εἶναί φημι, πρόσθες
εὐθέως τὸ ποσὸν τῆς διαστάσεως, ἵν’ ἀποκρίνω καί σοι.
εἰ δὲ μὴ, ἀλλ’ ἐγὼ προσθήσω καὶ διωρισμένως ἐρῶ, τὰς ἐν
ἐλάττονι χρόνῳ γινομένας κινήσεις οὐκ ἐξ ἅπαντος εἶναι τῶν
ἐν πλέονι συντελουμένων ὠκυτέρας. ἀλλ’ εἰ μὲν ὁ αὐτὸς
ὑπάρχει λόγος τῷ τε χρόνῳ πρὸς τὸν χρόνον καὶ τῇ διαστάσει
πρὸς τὴν διάστασιν, ἰσοδρομοῦσιν· εἰ δ’ ἤτοι τοῦ χρόνου
πρὸς τὸν χρόνον, ἢ τῆς διαστάσεως πρὸς τὴν διάστασιν
ὁ λόγος μείζων γένοιτο, τὴν μὲν ὠκυτέραν οὕτως, τὴν δὲ
βραδυτέραν ἔσεσθαί φημι κίνησιν. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν·
σὺ δ’ εἰ μὲν ἐνόησας, ἔχοι τάχ’ ἂν ἤδη τὴν προσήκουσαν ὁ
λόγος τελευτήν· εἰ δ’ οὐκ ἐνόησας, ἐξηγήσομαί σοι διὰ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]