De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἕν τι τῶν τρέπειν τοὺς σφυγμοὺς πεφυκότων αἰτίων, οἷον
γυμνάσιον. προτεθέντος γὰρ σκοπεῖσθαι, τίνα τρόπον τῶν
σφυγμῶν ἐργάσεται γυμνάσιον τὴν τροπὴν, λαβὼν οὖν τιν’
ἄνθρωπον, ἁπάσας αὐτοῦ τὰς διαφορὰς τῶν σφυγμῶν ἐπίσκεψαι
πρότερον, εἶτα γυμνάσας αὖθις ἐπίσκεψαι, τίς μὲν
αὐτῶν ἐξετάθη, τίς δ’ ἐξελύθη, καὶ μέχρι πόσου, καὶ οὕτως
ἐξευρήσεις, ὁπόσον πέφυκε γυμνάσιον τρέπειν τοὺς σφυγμούς.
ὁμοίως δὲ καὶ περὶ λουτρῶν καὶ πομάτων καὶ ἐδεσμάτων καὶ
τῶν ἄλλων ἁπάντων, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον πείρας
ἕτοιμον εὑρεῖν τὰς τροπάς. οὕτω μὲν ἡ πεῖρα ῥᾴστη, τὰ δὲ
τῶν ἐπὶ τῇ τοιαύτῃ πείρᾳ λογισμῶν οὐκέτι ῥᾴδια. κίνδυνος
γὰρ ὥσπερ ἐν πάσῃ πείρᾳ σφαλῆναι παρὰ τὸ ἀδιόριστον,
οὕτω κᾀνταῦθα. διχῶς δὲ τοῦτ’ αὐτὸ ἀδιόριστον γίνεται,
τὸ μὲν τῷ μὴ τεμεῖν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς,
τὸ δὲ τῷ μὴ σκέψασθαι τοῖς τρέπουσιν αἰτίοις τίνα
μὲν προηγουμένως, ἢ πρώτως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ,
τίνα δὲ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὸ μὲν δὴ μὴ
τέμνειν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς τοιόνδε·
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]