De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ὑπαλλάξει τοὺς σφυγμούς. τὸ δὲ κατὰ συμβεβηκὸς, ἢ
πρώτως γίνεσθαι τὴν τροπὴν, ᾧδε χρὴ διορίζεσθαι. μή τι
ἆρα περιττωμάτων μὲν ἦν μεστὸς, ἀρξαμένῳ δ’ αὐτῷ
γυμνάζεσθαι ῥυέντων εἰς τὴν γαστέρα πλειόνων χυμῶν μοχθηρῶν,
ἢ δάκνεσθαι τὸ στόμα συνέβη τῆς γαστρὸς τῇ κακίᾳ τῶν
χυμῶν, ἢ βαρυνθῆναι τῷ πλήθει, ἢ ἀνατρέπεσθαί τε καὶ
ναυτιᾷν, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον ἢ ἀναλύειν, ἢ ἐκλύεσθαι,
ἢ καταψύχεσθαι, ἢ πνίγεσθαι. τούτων γὰρ ἕκαστον
ἀλλοιώσει τοὺς σφυγμοὺς καί τις ἴσως οἰήσεται κατὰ
τὸν τοῦ γυμνασίου λόγον αὐτοὺς τετράφθαι. καὶ γὰρ εἰ πληθωρικὸς
ὢν, καὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα νοσωδέστερος,
ἀρξάμενος ὠκέως γυμνάζεσθαι, δύσπνους γένοιτο,
τραπήσονται μὲν οἱ σφυγμοὶ κατὰ τὸν τῆς δυσπνοίας
λόγον, ἴσως δ’ οἰήσεται κατὰ τὰ γυμνάσια. πῶς οὖν χρὴ
διορίζεσθαι πρὸς τὸ μηδὲν ἐν τῇ πείρᾳ σφάλλεσθαι, εἴρηται
μὲν ἑτέρωθι μακρότερον, εἰρήσεται δὲ κᾀνταῦθα διὰ βραχέων.
πάσας τὰς εἰρημένας διαφορὰς εἰς τρεῖς ταύτας ἀναγαγεῖν
χρὴ τὰς καθόλου, τὸ μὲν ὑποκείμενον σῶμα παραλαμβάνοντας
εἰς τὴν πεῖραν, ὑγιαῖνόν τε καὶ κατὰ μηδεμίαν τῶν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]