De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
σώματος κατασκευῆς ἀποδεδειγμένον, ὡς ἔν τε μεγάλοις καὶ
μικροῖς σώμασιν ὁμοίως συνίστασθαι πέφυκεν ἡ τοιαύτη φύσις.
εἰ γὰρ τοῦτ’ ἐγίνωσκεν, οὐκέτ’ ἂν οὔτε τῶν ἀρτηριῶν
αὐτῶν τῶν καθ’ ἕκαστον μόριον οὔτε τῶν κατ’ αὐτὰς διαστολῶν
τὸν ἴσον ἐνόμιζεν ὄγκον ἐν ἁπάσαις εἶναι ταῖς ἀρίσταις
φύσεσιν, ἀλλ’ ἐξαλλάττεσθαι κατά τε τὰ μεγέθη τῶν
σωμάτων καὶ τὰς μικρότητας, ὥστε μένειν τὸ ἐξ ἀρχῆς ἄπορον,
οὐ δυναμένων ἡμῶν ἕνα σύμμετρον ἐξευρεῖν κατὰ τὸ ποσὸν
τῆς διαστολῆς. ἆρ’ οὖν ἄξιον ἐπειδὴ τελέως ἠπορήκαμεν,
ἁπάντων θαυμάσαι τῶν ἰατρῶν, μεγάλους μὲν ἀεὶ καὶ μικροὺς,
ὡς ἔτυχεν, ὀνομαζόντων σφυγμοὺς, πηλίκος δέ τις ὁ
σύμμετρος, ᾧ παραβάλλοντες αὐτοὺς εὑρήσομεν, οὐ διδασκόντων;
ἐοίκασι γὰρ οὐδ’ εἰς ἔννοιάν τινα διηρθρωμένην ἀφῖχθαι
τοῦ τοιούτου σφυγμοῦ, ἀλλὰ μᾶλλον ἐν τῷ πρὸς τὶ κατηγορεῖν
μέγα, ἢ μικρὸν, ἐν ἴσῳ μείζονά τε καὶ μικρότερον.
ἐγὼ γοῦν καὶ τῶν καθ’ ἡμᾶς ἀρίστων ἰατρῶν,
ὅταν ἁψάμενοί τινος μέγαν, ἢ μικρὸν εἴπωσι τὸν σφυγμὸν,
εἴωθα πολλάκις πυνθάνεσθαι, τίνος αὐτὸν μείζονα λέγουσιν,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]