De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ὅταν εἴπωσιν θέρους καὶ χειμῶνος μικροὺς γίγνεσθαι τοὺς
σφυγμοὺς, οὐδ’ ἄχρι τοῦ, ποτέρα τῶν ὡρῶν τοὺς σφυγμοὺς
μικροτέρους ἐργάζεται, τολμῶσι προσπαραγράφειν; οὐ γὰρ
δήπου μικράν γε φήσουσιν εἶναι τὴν διαμαρτίαν, εἴ τις τὸ θέρος
τοῦ χειμῶνος οἴοιτο μικροτέρους ἐργάζεσθαι τοὺς σφυγμοὺς,
τὸ δ’ εἰ τύχοι μείζονας ἐργάζοιτο, ἢ εἰ τὸν χειμῶνα
τοῦ θέρους, ἔμπαλιν ἔχοντος τἀληθοῦς. ὅ τι γὰρ ἄν τις εἴπῃ
τῶν τριῶν τούτων, εἴτε τὸ θέρος τοῦ χειμῶνος, εἴτε τὸν χειμῶνα
τοῦ θέρους, ἢ ἐπίσης ἐν ἀμφοτέροις εἶναι τοὺς σφυγμοὺς,
οὐκ ἀληθεύσει, μὴ προσθεὶς τὸ τίσιν. εἰ δὲ προσθείη
τε καὶ διορίσαιτο, κατά τε τὰς φύσεις τῶν σωμάτων καὶ τὰς
ἡλικίας, ἕκαστον τῶν τριῶν ἀληθὲς γενήσεται, καθάπερ ἡμῖν
ἐν τοῖς ἰδίοις περὶ τούτων λόγοις διορίζεται. ἀλλ’ οὔθ’ αὑτὸν
ἕκαστος οὔτ’ ἀλλήλους ἐξελέγξαι περὶ τούτων ἠδυνήθησαν,
ὡς πολλὰ μὲν ψευδῆ, πολλὰ δ’ ἀδιόριστα λέγουσιν,
οὐδὲ διὰ μίαν ἄλλην αἰτίαν τὸ τοιοῦτο παθόντες
ἢ ὅτι τοῦ συμμέτρου καθ’ ἕκαστον γένος σφυγμοῦ παντάπασιν
ἀμαθῶς εἶχον. ἢ διὰ τί, καίτοι περὶ πάντων οὕτω πικρῶς
ἀλλήλοις ἐρίζοντες, περὶ τούτων οὐδὲ ζητοῦσιν ὅλως,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]