De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἀλλὰ ταλαιπώρως παρατρέχουσιν; δι’ οὐδὲν ἄλλο ἢ ὅτι πεφυρημένον
τε καὶ ἀδιάρθρωτον ὑπὲρ αὐτῶν ἔχοντες τὸν νοῦν,
ἑνί γε τῷ πρώτῳ σφαλέντι πάντες ἠκολούθησαν, εἶτα περὶ
τῶν ἀξιολόγων οὐδεμίαν εἰς αὐτὰ τὰ τῆς τέχνης ἔργα βλάβην
ἢ ὠφέλειαν εἰσφερομένων πικρῶς ἐριζόντων οὐκ ἀλλήλοις
μόνον, ἀλλὰ καὶ Ἡροφίλῳ. καὶ ταῦτα μέντοι τῆς ἔριδος
ὑπὲρ ἀδήλων πραγμάτων συνισταμένης καὶ πολλῶν καὶ μακρῶν
λόγων, ἵν’ ἀποδειχθῇ, δεομένων, περὶ τῶν οὕτως
ἐναργῶν, ὡς καὶ διὰ μόνης τῆς αἰσθήσεως ἔνεστι λαβεῖν, οὔτ’
αὐτοὶ διωρισμένως γράφουσιν οὔτε τοὺς σφαλέντας ἐλέγχουσιν,
οὐδ’ εἴ τις τῶν παλαιῶν ἕτερόν τι παρὰ τὸ δοκοῦν αὐτοῖς
ἔγραψε, μνημονεύουσιν. ἀλλὰ μικρὸν μὲν τὸν τοῦ παιδὸς
εἰρήκασι σφυγμὸν, ὡσαύτως δὲ καὶ τὸν τοῦ γέροντος
μικρὸν, ὁπότερος δ’ αὐτῶν μικρότερος, οὐκέτι γράφουσι,
καίτοι σαφῶς Ἡροφίλου τοῖς τε μὴ παρέργως ἐντυγχάνουσιν
αὐτοῦ τοῖς βιβλίοις ὑπὲρ ἀμφοτέρων γεγραφότος. ἢ καὶ
γελοῖον ἴσως ποιῶ τὰ τοιαῦτα διορίζεσθαι βουλόμενος αὐτοῖς,
οἷς οὐδὲ τὰ πρῶτα καὶ ἁπλούστατα καλῶς εἴρηται. μικρόν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]