De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
γ’ οὖν λέγουσι τὸν τοῦ παιδὸς σφυγμὸν, Ἡροφίλου μηδεπώποτε
μικρὸν εἰρηκότος, ἀλλὰ ποτὲ μὲν ἱκανὸν τῷ μεγέθει,
ποτὲ δὲ ἀξιόλογον, ἤ πως οὕτως ὀνομάζοντος. εἶτα τίς μὲν
ἡ κινοῦσα τὰς ἀρτηρίας αἰτία ζητοῦσι καὶ τῶν εἰς τοῦθ’
Ἡροφίλῳ γεγραμμένων οὐδὲν παραλείπουσι, τῶν δ’ εἰς τὰ
ἔργα τῆς τέχνης διαφερόντων θεωρημάτων, οὔτ’ εἰ καλῶς
οὔτ’ εἰ μὴ καλῶς ἔγραψεν Ἡρόφιλος, οὐδενὸς ἔτι μέμνηνται·
ὦ πρὸς τῶν θεῶν, οὐ πολὺ μέντοι βέλτιον ἦν, μὴ περὶ τοῦ
τέτταρας ὑφ’ Ἡροφίλου λέγεσθαι τὰς διοικούσας τὰ ζῶα δυνάμεις
ζητεῖν, μηδὲ πικρῶς ἐρίζειν τε καὶ ἀντιλέγειν αὐτῷ
περί γε τούτων, ἀλλ’ εἴπερ ἐβούλοντο καταβάλλειν τε καὶ
διεξελέγξαι αὐτὸν εἰκῆ ληροῦντα, τῶν τοιούτων αὐτοῦ μνημονεύειν,
ἃ φανερῶς τοῖς ἐναργέσι μάχεται, καὶ ταῦτα μαρτύρων
ἀριθμὸν οὐκ ὀλίγον ἀθροῖσαι κατ’ αὐτοῦ δυνάμενοι;
τούς τε γὰρ μεθ’ Ἡρόφιλον τὰ περὶ σφυγμῶν πραγματευσαμένους
καὶ σχεδὸν τοὺς νῦν ἅπαντας ἕξουσι μαρτυροῦντας,
ὡς ὁ τῶν παίδων σφυγμὸς μικρότερός ἐστι τοῦ τῶν γερόντων,
καὶ πολλῷ γέ τις μικρότερος. ὥστε τὶς ἐμοὶ πρώην
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]