Digital Corpus for Graeco-Arabic Studies

Galen: De Dignoscendis Pulsibus (Diagnosis by Pulses)

Kühn 1824

γίγνεσθαι. ὥστ’ οὐ μόνον τὸ ποσὸν τοῦ διαστήματός τε καὶ τοῦ χρόνου τῆς κινήσεως, ἀλλὰ καὶ τὸ ποιὸν, ἐν ᾧ τάχους τε καὶ βραδύτητος διάγνωσις ἡμῖν ἐγίγνετο, παντάπασιν ἡμῖν ἀναίσθητον ἔσται. πῶς γὰρ ἂν ἔτι καὶ δύναιτο διαγιγνώσκεσθαι τὸ ποσὸν τῆς κινήσεως, ὅπου μηδόλως αἴσθησις γίνεται κινήσεως; ὑπάρχειν γὰρ δεῖ πρότερον τὴν οὐσίαν τοῦ πράγματος τῆς ποιότητος. ταύτης τοίνυν παντάπασιν ἐκφευγούσης τὴν αἴσθησιν, οὐχ οἷόν τε τὴν ποιότητα διαγιγνώσκεσθαι. πῶς οὖν ἐν τοῖς τοιούτοις σφυγμοῖς οἷόν τε διαγνῶναι τὸν ῥυθμὸν, ἐν οἷς ἄρδην μὲν ἀπόλωλεν ἡ συστολὴ, τῆς διαστολῆς δὲ μόνον τὸ ἐκτὸς ἀποσώζεται πέρας; ἀλλ’ οὐδ’ ἐπ’ ἄλλου τινὸς τῶν ἀμυδρῶν οἷόν τε τῆς συστολῆς αἰσθέσθαι. μόνων τοίνυν τῶν οὐκ ἀμυδρῶν γνωρίζοντες τὴν κίνησιν, τὴν ἐν τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι τὴν ἀρτηρίαν, μόνων τούτων καὶ τὸν ῥυθμὸν διαγνωσόμεθα, σύμμετρον οὕτω δηλονότι τὴν ἐπιβολὴν τῶν δακτύλων ποιούμενοι, καθὰ πρόσθεν εἴπομεν, ὡς μηδὲν τῆς ἐκτὸς κινήσεως κωλῦσαι. μᾶλλον γὰρ ἢ δεῖ θλίψαντες τὴν ἀρτηρίαν παύσασθαι τὴν κίνησιν αὐτῆς ἀναγκάσομεν, εἰ μή τις κᾀν τούτοις ἀδιάγνωστος ὁ ῥυθμός·

Work

Title: Galen: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 766-961

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_073.xml [407 Kb]