De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
μηδ’ ὅταν ἤδη καταγώμεθα καὶ ἡ ναῦς ἐν τῷ λιμένι πλησίον
τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν,
πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλ’
ἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας,
ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ
κατ’ αὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς
χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δ’
αὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δ’ αὐτοῖς ὡς πιστοῖς.
τὸ δ’ ἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν.
εἰ οὖν ὃ βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος
ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι
ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις.
ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι.
καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις,
οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ
τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ
ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς
ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]