De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τἄλλα πάντα μεταφέρειν πειρασόμεθα τὴν μέθοδον, εἰ δ’
ἀπορήσομεν, αὐτὴν γοῦν τὴν ἀπορίαν ἐπὶ πάντα μετοίσομεν,
καὶ δυοῖν θάτερον, ἢ χρησιμωτάτην εἰς πολλὰ μέθοδον ἐξευρήσομεν,
ἢ τὴν οἴησιν τοῦ δοκεῖν γιγνώσκειν ἃ μὴ γινώσκομεν
ἀποθησόμεθα. φέρε δὴ προκεχειρίσθω γὰρ ἡμῖν εἰς
τὴν σκέψιν τό τε μέγα καὶ τὸ μικρὸν, ὅπῃ διαφέρει τοῦ μείζονός
τε καὶ μικροτέρου. καὶ πρῶτον μὲν ἁπάντων τῶν
κατὰ τὸν βίον λεγομένων, ἐν οἷσπερ εἰθίσμεθά τε καὶ τεθράμμεθα,
τί νοοῦμεν τὸ μέγα καὶ τί τὸ μικρὸν, ἀναμνήσομεν
αὑτούς. ἆρά γε περὶ τὸ μεῖζόν τε καὶ μικρῶν. ἢ μεῖζον μὲν
οὐκ ἀνασχόμεθα τοῦ λέγοντος ἁπλῶς, εἰ μὴ προσθείη τὸ
τίνος λέγει μεῖζον, μέγα δ’ ἁπλῶς αὐτοί τε λέγομεν καὶ τῶν
ἄλλων ἀκούομεν ἄνευ προσθήκης; ἆρ’ οὖν τῶν καθ’ ἑαυτὰ
λεγομένων ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν; ἀλλ’ εἰ τοῦτο, πάντως
δήπουθεν ἢ οὐσίας ἐστὶ δηλωτικὰ, ἢ ποιότητος, ἤ τινος
τῶν κατὰ τὰς ἄλλας κατηγορίας λεγομένων. οὐσίας μὲν οὖν
οὐκ ἔστι δηλωτικὰ, καθάπερ Σωκράτης ἢ Πλάτων ἢ ἵππος
ἢ ἄνθρωπος, οὐ μὴν οὐδὲ ποιοῦ τινος, οὔτ’ οὖν σχήματος,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]