De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ὁμολογοῦμεν, οὐκ αἰσθήσεσιν, ἀλλὰ συλλογισμῷ λαμβάνειν,
ὥσπερ τῆς τε ἐπὶ γνώμονος σκιᾶς καὶ σελήνης καὶ ἡλίου
καὶ τῶν ἄστρων ἁπάντων, ὅσα τ’ ἄλλα πλεῖστον ἡμῶν ἀφέστηκεν.
ὧν δ’, ὡς ἐῤῥέθη, βραχύτερος ὁ χρόνος τοῦ πρώτου
πρὸς αἴσθησιν, ἄχρονος ἥ τε μονὴ καὶ ἡ ἐξάλλαξις τῶν τόπων
δοκεῖ, πᾶν γὰρ ὅ τι ἐν ἐλάττονι τοῦ πρώτου πρὸς αἴσθησιν χρόνῳ
γίγνεται, τοῦτ’ ἄχρονον εἶναι φαντάζεται. ταῦτα μὲν οὖν
ἰδίᾳ κάλλιον πεφιλοσοφῆσθαι τῷ προῃρημένῳ τά τε νῦν προκείμενα
καλῶς ἐκμανθάνειν ἄλλα τε πολλὰ τῆς ἰατρικῆς. ἡμῖν
δ’ ἀρκέσει καὶ τὰ τοσαῦτα πρὸς ἔνδειξιν τοῦ μὴ χρόνον καὶ
διαστημάτων ἐπισκοπεῖσθαι τὸ ποσὸν, ἀλλ’ αὐτὸ τὸ ποιὸν τῆς
κινήσεως, ὅπερ ἐστὶ μὲν δύσρητον, ἐξ ὧν δ’ εἴπομεν ὁρμώμενος,
ἄν γε μὴ παντάπασιν ἀδύνατός τε καὶ ἀταλαίπωρος
ᾖς, οὐ χαλεπῶς τεύξῃ τἀληθοῦς, εἰς δύναμιν ἀνθρωπίνην.
ἔτι δὲ μᾶλλον, εἰ τοὺς ἀνωμάλους κατὰ τάχος καὶ βραδύτητα
σφυγμοὺς διαγινώσκειν μελετῴης, εὕροις ἂν ὡς ἐν τῷ ποιῷ
κινήσεως ἡ γένεσις αὐτοῖς. μιᾶς γοῦν διαστολῆς πολλάκις
ἡ μὲν ἀρχὴ τῆς κινήσεως ἐναργῶς ὠκυτέρα φαίνεται, τὸ δ’
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]