De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ποτὲ δὲ λεπτότερον αὐτό. καὶ αὖθις γλισχρότερον, ἢ ὑδατῶδες,
ἢ πλέον, ἢ ἔλαττον, ἢ ἀερωδέστερον, ἢ ὅπως οὖν
ἄλλως ἔχον. καὶ γὰρ πνεῦμα μόνον ἐν αὐταῖς περιεχόμενον
νοῶ, καὶ τοῦτο ποτὲ μὲν καθαρὸν καὶ αἰθερῶδες,
ποτὲ δ’ ἀχλυῶδές τε καὶ ὁμιχλῶδες. ἀλλ’ οὐ τοῦτο νῦν
πρόκειται τῶν ἐνδεχομένων ἔννοιαν λαβεῖν, ἀλλὰ περὶ τῆς
ὑπάρξεως αὐτῶν ζητεῖν. τὸ μὲν γὰρ ἐπινοεῖν τἀναντία δυνατὸν,
τὸ δ’ ὑπάρχειν ἅμα ἀδύνατον. αὐτίκα γέ τοι
καὶ περιέχειν νοοῦμεν τὰς ἀρτηρίας αἷμα, καὶ μὴ περιέχειν.
ἢ οὐκ ἂν ἐζητοῦμεν ὑπὲρ οὗ μηδόλως ἐνενοοῦμεν.
ἀλλ’ οὐ ταύτης ἐστὶν ἐν οἷς ζητοῦμεν τὸ προκείμενον, εἰς
ἔννοιαν ἐλθεῖν αὐτῶν, ἀλλ’ ἀποδεῖξαι τὴν ὕπαρξιν· οὐδεὶς
γάρ ἐστιν, ὃς οὐκ ἂν ἐπινοήσειεν ἐν ταῖς ἀρτηρίαις αἷμα
περιεχόμενον, ἀλλ’ εἰ κατ’ ἀλήθειαν ἐν τῷ κατὰ φύσιν ἔχειν
περιέχεται, ζητοῦμεν. καὶ πολλὰ περὶ αὐτοῦ λέγοντας οἶδα
τοὺς περὶ τὸν Ἀρχιγένην. καίτοι γ’ εἴπερ αἰσθήσει διαγνωστὸν
ἦν, μάτην πολλὰ ληροῦσιν, ἐνὸν εἰπεῖν ἄντικρυς ψεύδεσθαι
τὸν Ἐρασίστρατον, ἃ διὰ τῶν αἰσθήσεων ἐμάθομεν,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]