De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη
τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν,
ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον
ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθ’ ὁποῖόν τί ἐστι.
πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ
τοὺς ὑδέρους ὑγρὸν, ἢ πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ
γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου
γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον
πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ
τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλ’ ἀναγκαζόμεθα
πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον,
ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ
καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν
ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν
ὁ μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, ὁ δὲ
κλύδων ὑγρότητος, τῇ δ’ ἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ
τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος,
ἢ ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό
τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]