De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν
ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον.
τὰ δ’ ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια,
τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν,
ἢ πλῆθος, ᾒ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται
σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν,
ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ
θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ’ οὐκ
ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται,
τὰ δ’ ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς
προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα
τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ’ αὐτὸ προκαταρκτικὰ λέγεται,
προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ
αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται
αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν
ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν
ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ’
ἀθροισθῆναι, κᾄπειθ’ οὕτως ἐξάψαι πυρετὸν, ἐφ’ ᾧ τὴν χρείαν
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]