De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
ἀναπαυσαμένην οὕτω τὸ λεῖπον προσθεῖναι, εἴτ’ ἔμφραξις
τῶν ὀργάνων ἰσχυρὰ, ἢ θλίψις τις βίαιος, ἴσχεσθαι τὴν κίνησιν
εἰς τοσοῦτον εὔλογον εἰς ὅσον ἀποῤῥεῖ τοῦ πληρώσοντος
πνεύματος τὴν χώραν τῆς διαστολῆς. ἀλλ’ ἐπεὶ τὸ τελέως
ἴσχεσθαι τοῦ τελέως ἀποκεκλεῖσθαι τὰς ὁδοὺς τοῦ πνεύματος
ἐνδεικτικόν ἐστιν, διὰ τοῦτο καὶ τὴν θλίψιν καὶ τὴν
ἔμφραξιν ἰσχυρὰν εἶναί φαμεν. τοῦτο μὲν δὴ κοινὸν ἁπασῶν
τῶν ἐφ’ ἡσυχίας τεμνομένων διαστολῶν, ἴδια δὲ ἑκάστης αὐτῶν
τὰ νῦν λεχθησόμενα· τῆς μὲν πρώτης ἱκανῶς βαρύνεσθαι
τὴν δύναμιν ὑπὸ τοῦ πλήθους, ὅταν γε διὰ πλῆθος ὁ
σφυγμὸς γίνηται τοιοῦτος. ἡ γὰρ ὑστέρα κίνησις ἡ μετὰ τὴν
ἡσυχίαν οὐκ ἂν ἄλλως ἐγένετο βραδεῖα, τῆς προτέρας οὔσης
ὠκείας, εἰ μὴ ἐνενίκητό τε καὶ ἰσχυρῶς ἐβεβάρητο πρὸς τοῦ
πλήθους ἡ δύναμις. ἔμπαλιν δ’ ἐπὶ τῆς δευτέρας ἔχει διαφορᾶς,
ἐφ’ ἧς ἀμφότερα τὰ μέρη τῆς κινήσεώς ἐστι ταχέα. φαίνεται
γὰρ ἀναφέρουσα καὶ διασώζουσα τὸν τόνον ἡ δύναμις
καὶ διαμαχομένη τῷ πλήθει. μέση δ’ ἀμφοῖν ἐστι δηλονότι
διάθεσις ἐφ’ ἧς καὶ ἡ κίνησις ἡ δευτέρα μέση ταχείας τε καὶ
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]