De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
ἀλλὰ διοριζόμενον τοῖς μορίοις, ὥσπερ Ἱπποκράτης ἐπὶ τῆς
ἀναπνοῆς ἐποίει. καὶ μὲν δὴ καὶ μικρὸς κατὰ θάτερόν ἐστι
τῶν ἑαυτοῦ μορίων τοῖς κοιμωμένοις ὁ σφυγμός. ἐπιπλεῖστον
μὲν γὰρ συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον,
ἀλλ’ ὅσον ἀνάγκη τὴν ἐναντίαν ἀποδοῦναι κίνησιν τῇ συστολῇ.
κινεῖται μὲν οὖν κατ’ ἴσου διαστήματος ἡ ἀρτηρία
διὰ παντὸς ἔν τε τῷ συστέλλεσθαι καὶ τῷ διαστέλλεσθαι,
πλὴν εἰ μεταβάλλοι ποτὲ ἐξαίφνης τὸν ῥυθμόν· ἀλλὰ τοῖς
ὅροις ὅθεν τε ἄρχεται καὶ οἷς τελευτᾷ διαλλάττει. πλεονεκτούσης
μὲν γὰρ τῆς ἔσω κινήσεως, εἰς ἐσχάτην δ’ ἐρχομένης
σύμπτωσιν, ἐντεῦθέν τε πάλιν ἀρχομένης τῆς ἔξω, τὴν
διαστολὴν οὐκέτ’ ἐπιπλεῖστον ποιεῖται, κρατούσης δ’ αὖ πάλιν
τῆς ἐκτὸς κινήσεως, ἀσθενοῦς δ’ οὔσης τῆς ἐναντίας, οὐκ
ἔτι μὲν ἀπὸ τῆς ἐσχάτης ἄρχεται συμπτώσεως ἐν τῷ διαστέλλεσθαι,
τελευτᾷ δ’ εἰς ἔσχατον μέγεθος. ἐντεῦθεν δὲ πάλιν
ὑπαρξαμένης τῆς ἔσω κινήσεως, τὴν τελευτὴν τῆς συστολῆς,
ὅθενπερ ἤρξατο διαστέλλεσθαι, ποιεῖται. καὶ οὕτως οἷον δίαυλόν
τινα τῶν κινήσεων ἀεὶ ποιουμένη ποτὲ μὲν ἔσω μᾶλλον,
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]