Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

εὑρήσει. καὶ τοῦτό γ’ ἐστὶν αὐτὸ τὸ διορίζον τὴν ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δ’ αὐτῷ συνεμφαίνεται καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ ἀμυδροὶ, βραχεῖα ἡ βλάβη τῆς δυνάμεως· εἰ δ’ ἔμπαλιν ὀλίγοι μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ δύναμις κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος, οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλ’ ἐν ταῖς διαλυομέναις δυνάμεσιν. ἔστ’ ἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι, βαρύνωνται δ’ ὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης ὑπάρχωσιν. ὀλιγώρως οὖν ὁ Ἀρχιγένης ἀμυδροτέρους τε καὶ μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὔτοι καὶ οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δ’ ἐν ταῖς κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος.

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]