De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
μέν ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης
ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος
καὶ ὠκύτερος καὶ πυκνότερος, ὁ δ’ αὐξανομένης ἔτι ταῦτά
γε προσαυξάνει πάντα, καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι
καὶ κλονωδέστερος· τῆς δ’ ἀκμαζούσης σαφέστερος μὲν ἔτι καὶ
σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν,
οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ
πάθος. ἀλλὰ καὶ πυκνότατος γίνεται καὶ ταχύς· εἰ δ’ ἱκανῶς
χρονίζοι καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, πρὸς τοῖς εἰρημένοις
ἰσχνότης σφυγμοῦ καὶ σκληρότης γίνεται. ταῦτ’ ἐπὶ τῆς τὸν ἐν
ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς, ἢ διὰ τὸ μέγεθος,
ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης
τὸ πᾶν ὅ γ’ ἐν τῷ φλεγμαίνοντι μέρει σφυγμὸς οἷος εἴρηται.
ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ
ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος
ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους
καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται,
τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους.
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]