De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
ἐν ταῖς φλεγμοναῖς, ὡς ἂν ἤδη φύσει τεταμένα, καὶ
συντείνειν ἑαυτοῖς τὰ συνεχῆ μᾶλλον πέφυκεν, ὡς ἂν ἰσχυρότερα.
ἡ δὲ τῆς θερμασίας πλεονεξία ταχὺν ἐνεδείκνυτο καὶ
μείζονα κατὰ τὸν ἑαυτῆς λόγον ἐργαζομένη τὸν σφυγμόν.
ἐπειδὰν δὲ ἐλλείπῃ τι τῇ χρείᾳ, τηνικαῦτα ἤδη καὶ πυκνόν.
εὐλόγως οὖν σκληρότερος ἅπασι τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν
ὁ σφυγμὸς γίνεται καὶ προσέτι γε διὰ τὴν δυσκρασίαν
τὴν ἐν ταῖς ἀρτηρίαις ἀνώμαλος κατὰ μίαν προσβολήν· καὶ
δῆλον ὡς ἀμφοῖν συνελθόντων τὸ εἰρημένον ὑπό τινων εἶδος
ἔσται τῷ σφυγμῷ, τὸ οἷον ἐμπρῖον τὴν ἁφήν. οὕτω γὰρ
ἀνάγκη φαντασιοῦσθαι τὸν ἁπτόμενον ὀργάνου σκληροῦ, τὴν
προσβολὴν ἀνώμαλον ἔχοντος. ἔστι δ’, ὡς εἴρηται, θάττων ἐπιφανῶς,
καὶ εἰ μὴ ἀντιβαίνοι γε ἡ σκληρότης, καὶ μείζων σαφῶς.
εἰ δ’ ἀντιβαίνοι κατά τι, τοσούτῳ προσλήψεται κλονώδους κινήσεως
ὅσῳ ἀφῃρέθη τοῦ μεγέθους. ὅτι δ’ ἐν τούτῳ καὶ πυκνότερον
ἔσται τοσοῦτον ὅσον οὐχ ἱκανῶς ἐπλήρωσε τὴν χρείαν ἡ
διαστολὴ, καὶ τοῦτο τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν
ἀποδεδειγμένων πρόδηλον· ὥσπέρ γε καὶ ὅτι τοῖς ἴσοις μεγέθεσι
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]