Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

ἑξῆς δὲ τούτων ἐν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ βιβλίῳ περὶ τῶν περιπνευμονικῶν ὁ λόγος ἐστί. προσγράψαι δὲ κᾀνταῦθα τὴν ῥῆσιν ἄμεινον εἶναί μοι δοκεῖ, τοιαύτην ὑπάρχουσαν.

Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος, ἐν δὲ τῇ συστηματικῇ, τάς τε ἄλλας διαφορὰς ἔχων καὶ ποτὲ μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει.

Ἡ μὲν ῥῆσις αὕτη, τὰ συμπίπτοντα τοῖς περιπνευμονικοῖς ἀκριβῶς ἐκδιδάσκουσα. τὰς δ’ αἰτίας αὐτῶν οὐ χαλεπὸν ἐξευρίσκειν τῷ μεμνημένῳ τῶν ἐν τοῖς πρώτοις ὑπομνήμασιν ἀποδεδειγμένων. οὐδὲν γὰρ θαυμάσιον οὔτε μέγαν εἶναι τὸν σφυγμὸν αὐτῶν οὔτε ἀμυδρὸν οὔτ’ ἀνώμαλον ἐπὶ φλεγμοναῖς τοῦ πνεύμονος, οὕτω μὲν χαύνου καὶ μαλακοῦ σπλάγχνoυ, καὶ μεστοῦ κενῶν χωρίων μυρίων, οὕτω δὲ πλησίον 

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]