De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
τῆς καρδίας κειμένου. διότι μὲν γὰρ χαῦνον καὶ μαλακὸν καὶ
πολύκενον, ὑπὸ φλεγματικωτέρου τε καὶ παχυτέρου τὴν σύστασιν
αἵματος, εἰς φλεγμονὴν ἄγεται, τοῦ λεπτοῦ καὶ χολώδους
ὡς τὰ πολλὰ διαῤῥέοντός τε καὶ σφηνωθῆναι μηδαμῶς
κατὰ τὸ σπλάγχνον δυναμένου. τὸ δὲ τοιοῦτον ῥεῦμα,
λέγω δὲ τὸ φλεγμονικὸν, διαβρέχει μὲν τὸν χιτῶνα τῶν ἀγγείων,
διαλύει δὲ τὸν τόνον τῆς ἐν αὐτοῖς δυνάμεως, καὶ
οὕτω μεγάλους τε ἅμα καὶ ἀμυδροὺς ἀποτελεῖ τοὺς σφυγμούς.
ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς τὸ σπλάγχνον, ἡ
ἀνωμαλία πολυειδὴς γίνεται. θλίψεσι γὰρ ἀρτηριῶν καὶ σφηνώσεσι
καὶ ὅλως πληθωρικαῖς διαθέσεσιν ἐδείξαμεν ἕπεσθαι
τὴν ἀνωμαλίαν, καὶ μᾶλλον, ἐπειδὰν ἐγγὺς ὦσι τῆς καρδίας.
ὅτι δ’ ἐν ταῖς περιπνευμονίαις θλίβονται καὶ βαρύνονται
καὶ σφηνοῦνται καὶ ἀῤῥωστοῦσιν αἱ ἀρτηρίαι τοῦ
πνεύμονος, οὐ δεῖ λόγου. διὰ τοῦτο δὲ καὶ ὁ δίκροτος ἐπ’
αὐτῶν σφυγμὸς σπανίως γίνεται, καίτοι τῆς γ’ ἄλλης ἀνωμαλίας
πολλῆς συμπιπτούσης, ὅτι δεῖ τοὐπίπαν τῷ δικρότῳ
προσεῖναί τι σκληρότητος ἀγγείου. ταύτην δ’ ἐκ φλεγματικοῦ
ῥεύματος οὐχ οἷόν τε κτήσασθαι. τοῦ γὰρ χολωδεστέρου τὸ
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]