De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
τὸ μὲν γὰρ βραχεῖ τοῦ κατὰ φύσιν μαλακώτερον σῶμα τοῦ
βραχεῖ σκληροτέρου, διότι πρὸς τὸ μέγεθος τῆς διαστολῆς
εὐπειθέστερόν ἐστι, διὰ τοῦτο καὶ πρὸς τὸ τάχος τῆς κινήσεως,
τὸ δ’ ἐπὶ πλεῖστον ἐκλυθὲν εἰς μαλακότητα καὶ οἷον
καταῤῥέον τε καὶ καταπῖπτον εἰς ἑαυτὸ δι’ ὑπερβολὴν ὑγρότητος
οὔτ’ εἰς τὸ μέγεθος τῆς διαστολῆς ὁμοίως ἕτοιμον
οὔτ’ εἴς τὸ τάχος τῆς κινήσεως, καὶ κατὰ τοῦτο ἀπολείπεται
τῷ τάχει τοῦ σκληροῦ, μεγέθει δὲ καὶ νῦν ἔτι πλεονεκτεῖ οὐ
τοῦ σκληροῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. αἱ
μέντοι τοιαῦται διαθέσεις, ἐν αἷς εἰς ἄμετρον ὑπερβολὴν ἥκουσιν
αἱ ἀρτηρίαι σκληρότητος ἢ μαλακότητος, οὐκ ἄνευ καὶ τῆς
τῶν ἄλλων συνεκτικῶν αἰτίων γίνονται μεταβολῆς. οὔτε γὰρ
τὴν δύναμιν εὔρωστον ἔτι μένειν οἷόν τε οὔτε τὴν θερμασίαν
ἐν τοῖς κατὰ φύσιν ὅροις. ὅθεν οὖν αὐτῆς μόνης ἤτοι μαλακότητος
ἢ σκληρότητος ἄνευ τῶν ἄλλων αἰτίων τοὺς οἰκείους
σφυγμοὺς ἀποφαινώμεθα, μείζους μὲν καὶ θάττους ἐπὶ
ταῖς μαλακότησιν ἐροῦμεν, ἐλάττους δὲ καὶ βραδυτέρους ἐπὶ
ταῖς σκληρότησι γίνεσθαι, καὶ ἐπὶ πλέον γε μείζους ἢ ὠκυτέρους
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]