De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
κατὰ μόνας μὲν, ὅταν μικρότατος ὁ σφυγμὸς γένηται, ἤτοι
τῶν ὀργάνων σκληροτάτων ἀποτελεσθέντων ἢ τῆς δυνάμεως
ἀῤῥωστούσης ἐσχάτως· ἀρκεῖ γὰρ καὶ τὸ ἕτερον αὐτῶν ὁποτερονοῦν,
ὡς εἴρηται, βλαβὲν μικρότερον ἐργάσασθαι τὸν
σφυγμόν· κατὰ σύνδυο δὲ, ὥσπερ ὅταν ἐσχάτως μὲν γένηται
μικρὸς, οὐκ εἰς ἔσχατον δὲ βλάβης ἥκῃ τι τῶν εἰρημένων αἰτίων,
ἀλλ’ ἑκάτερον αὐτῶν τοσοῦτον ἀπολείπηται τῆς ἄκρας
βλάβης, ὥστε τὸν ἐξ ἀμφοῖν ἀποτελούμενον σφυγμὸν ὁμοίως
ἠλλοιῶσθαι τῷ διὰ θάτερον ἐσχάτως βεβλαμμένῳ. οὕτω
δὲ καὶ εἰ τὰ τρία γένη τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν
συνδράμοι, ποιήσειεν ἄν ποτε τηλικαύτην ἀλλοίωσιν,
ὅση καὶ δι’ ἓν ἐξ αὐτῶν ἄκρως βεβλαμμένον ἐγένετο. καὶ χρὴ
τούτου μεμνῆσθαι παρὰ πάντα τὸν λόγον, ὅπως μή τις ἐξαπατηθεὶς
τὴν ἐξ ἁπάντων τῶν αἰτίων ἐσχάτως βεβλαμμένων
γινομένην ἀλλοίωσιν ἐξ ἀνάγκης ἡγῆται μείζονα τῆς ἐξ ἑνὸς
ὑπάρχειν. ἀρκεῖ γὰρ, ὡς εἴρηται, δι’ ἓν ὁτιοῦν αἴτιον ἀκριβῶς
βεβλαμμένον εἰς ἐσχάτην ἀλλοίωσιν ἀφικέσθαι τοὺς
σφυγμούς. ἡ γοῦν τῆς δυνάμεως εἰς τοὔσχατον κατάπτωσις
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]