De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
ἀνάγκη τῆς εῖς ὕψος ἀνόδου κωλύεσθαι τοὺς σφυγμοὺς, ὅσον
ὑπεῤῥύη κάτω τὸ νῶτον τῆς ἀρτηρίας. καὶ δὴ καὶ πλεονεκτεῖν
διχόθεν ἀναγκαῖον ἤδη τὸ πλάτος ἔκ τε τῶν εἰς τὰ πλάγια
παραῤῥεόντων τῆς ἀρτηρίας μερῶν θλιβόντων τε καὶ διὰ τοῦτο
πλατυνόντων τὰ κάτω κᾀξ ὧν αὐτὸ τὸ ὕψος ἔφθανε κεκολοῦσθαι.
ἤρκει δ’, οἶμαι, καὶ θάτερον αὐτῶν τὸν
σφυγμὸν ἀποφῆναι πλατὺν, ἢ μειωθὲν τὸ ὕψος, ἢ αὐξηθὲν
τὸ πλάτος. ἐπεὶ δ’ ἄμφω συνέπεσε, διὰ τοῦτ’ ἐναργὴς καὶ
ἀξιόλογος ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ πλατύτης ἐμφαίνεται.
πῶς οὖν ὁ μακρὸς καλούμενος γίνεται σφυγμός; εὑρίσκεται
γάρ ποτε τοῖς μὲν τέσσαρσι δακτύλοις ἡ κίνησις ὑποπίπτουσα,
στενὴ μέντοι καὶ ἀμαυρὰ εἰς τοσοῦτον ὡς χορδῆς ἔμφασιν
εἶναι λεπτῆς, ἢ καὶ τοῦτο χαλεπὸν οὐδὲν ἐξευρεῖν ἐξ αὐτῶν
ὧν εἴπομεν ὁρμωμένους; εἴτε γὰρ οἷον ἰσχνῆς τινος χορδῆς
εἴτε οἷον τριχὸς ἡ προσβολὴ φαίνοιτο, σκληρότης ἐξ αὐτοῦ
μεγάλη τις ἐμφαίνεται τοῦ χιτῶνος τῶν ἀρτηριῶν. ἀλλ’ οὐ
μόνη· οὕτω μὲν γὰρ ἂν σκληρὸς ἁπλῶς ἦν ὁ σφυγμός. ἐπεὶ
δὲ καὶ στενὸς καὶ ταπεινός ἐστιν, ἀναγκαῖον ἀῤῥωστοτέραν
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]