Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

πολλῷ μείζους. ἀλλὰ μὴν καὶ θερμότερον καὶ πολλῷ θερμότερόν ἐστιν, ὥστε καὶ μείζους καὶ πολλῷ μείζους ἕξει τοὺς σφυγμούς. ἀλλ’ ὅτι μὲν θερμότερον ἔκ τε τῶν περὶ κράσεων ἡμῖν ἤδη γεγραμμένων καὶ τῶν ἔτι πρότερον τοῖς παλαιοῖς εἰρημένων αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ καὶ πολλῷ, τοῦτ’ οὐκέτι οὔτε ὑμεῖς οὔτε ἄλλος τις ἀπέδειξε. νῦν οὖν ἀποδεικνύσθω, ἢ οὐδέπω πιστὸς ὁ σύμπας λόγος. πρῶτον μὲν ἀναμνησθῆναι χρὴ τοῦ προκειμένου τῇ λέξει καὶ πᾶσαν αὐτὴν ἀναγνῶναι, καθ’ ἕκαστον ὄνομα προσέχοντα τὸν νοῦν. τί γάρ φησιν; ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ τὸν σφυγμὸν ἔχουσι. τί δὴ τοῦτ’ ἔστι τὸ ἐπίπαν ἐπιμελῶς χρὴ διασκέψασθαι. οὐ γὰρ δὴ μάτην γε πρόσκειται, ἀλλ’ ἔστιν ἐν αὐτῷ τὸ πᾶν κῦρος τοῦ λόγου. τῷ γὰρ μήτε ἐξ ἀρχῆς εὐθὺς ὡσαύτως ἅπαντας ἡμᾶς κεκρᾶσθαι μήτ’ ἐπιτηδεύμασι μήτε διαίταις ὁμοίαις κεχρῆσθαι τὸ καθόλου τῆς ἀποφάσεως διαφθείρεται, δυναμένης ποτὲ γυναικὸς εὑρεθῆναι μὴ ὅτι πολλῷ μικρότερον, ἀλλὰ μηδὲ μικρὸν ὅλως, μηδ’ ἴσον, ἀλλὰ καὶ σαφῶς μείζονά τινων ἀνδρῶν ἐχούσης

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]