Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

πλησίον τῶν κατὰ φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ γενήσονται καὶ τῷ ποσῷ τῆς διαστολῆς καὶ τῷ ποιῷ τῆς κινήσεως καὶ τῷ χρόνῳ τῆς ἡσυχίας, ἑνὶ δὲ μόνῳ τῷ μαλακῷ τῆς προσβολῆς, τοῦτο γὰρ ἴδιον ἀχώριστον αὐτῶν, διαλλάξουσι τῶν κατὰ φύσιν. εἰ δὲ τὰ τοῦ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῶν ὀργάνων μὴ μεγάλην ἔχοι τὴν ἐκτροπὴν, ἡ δύναμις δ’ ἰσχυρῶς κάμνοι, μικροὶ μὲν ἱκανῶς καὶ πυκνοὶ, μετρίως δ’ ἂν εἶεν οἱ τοιοῦτοι βραδεῖς. ἀρκεῖ καὶ περὶ ταύτης τῆς συμπλοκῆς τοσαῦτα. μεταβῶμεν δ’ ἐπὶ τὰς ἑξῆς δύο, κοινὸν μὲν ἐχούσας τήν τε ῥώμην τῆς δυνάμεως καὶ τὴν χρείαν τῆς γενέσεως τῶν σφυγμῶν ἐκλελυμένην, διαφερούσας δ’ ἐν τοῖς ὀργάνοις. ἡ μὲν δὴ ἑτέρα αὐτῶν, ἐφ’ ᾗ σκληρὸν μὲν τὸ ὄργανον, εὐρωστία δ’ ἐστὶ δυνάμεως, ἐλάττων δ’ ἡ χρεία, μικροτέρους μὲν πάντως ἐργάζεται τοὺς σφυγμοὺς, οὐ μὴν οὔτε βραδυτέρους οὔτε πυκνοτάτους ἐξ ἀνάγκης. ἀλλ’ εἰ μὲν ἱκανῶς ἐκλυθείη τὰ τῆς χρείας, μετρίως τῶν ὀργάνων ἐσκληρυσμένων, οὐ μικρότεροι μόνον, ἀλλὰ καὶ βραδύτεροι σαφῶς καὶ ἀραιότεροι γενήσονται. εἰ δὲ πλείων ἡ τῶν ὀργάνων εἴη κάκωσις ἤπερ

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]