Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

εὑρεθεὶς ἐφ’ ἑνὸς ἀῤῥώστου διορισθήσεται, πηνίκα μὲν ὑφ’ ἑνὸς τῶν εἰρημένων αἰτίων, πηνίκα δ’ ὑπὸ δυοῖν, ἢ καὶ πάντων γίνεται; τόνδε τὸν τρόπον. ἐπειδὴ τῆς μὲν ἰσχυρᾶς δυνάμεως ὁ σφοδρὸς ἀχώριστός ἐστι, τῶν δὲ μαλακῶν ὀργάνων ὁ μαλακὸς, ὅταν μὲν χωρὶς ἀμφοτέρων τούτων τὸ τάχος, ἐκ τῆς χρείας ἐπειγούσης μόνης γίνεται, ὅταν δὲ μετὰ θατέρου, πάντως μὲν καὶ ἐπ’ ἐκείνου, τοῦτο γνώρισμα παρέχοντος, ἐξ ἀνάγκης δὲ καὶ διὰ τὴν τῆς χρείας αὔξησιν. ἐδείχθη γὰρ ἔμπροσθεν ὡς οὐχ οἷόν τε γενέσθαι ταχεῖς σφυγμοὺς, ὥσπερ οὐδὲ μεγάλους ἄνευ τοῦ τὴν χρείαν καλεῖν. ὁπόσον μὲν οὖν τι μετέβαλεν εἰς ῥώμην, ἢ εἰς ἀῤῥωστίαν ἡ δύναμις, ἐκ τῶν ἰδίων αὐτῆς σφυγμῶν ἔνεστι διαγινώσκειν. οὕτω δὲ καὶ περὶ τῶν ὀργάνων τῆς ποιότητος. καὶ γὰρ καὶ ταύτης ἐνδεικτικοὺς ἔχομεν σφυγμούς. ὁπόσον δὲ ἡ χρεία τῆς γενέσεως αὐτῶν, τεκμήρασθαι χρὴ συλλογιζόμενον ἐκ τῆς κατὰ τὸ μέγεθός τε καὶ τὴν πυκνότητα καὶ τὸ τάχος μεταβολῆς. εἰ γὰρ καὶ μέγιστος καὶ πυκνότατος ἅμα αὐτὸς εἴη καὶ τάχιστος, ἐσχάτως ἐπείγεται τῆς χρείας· εἰ δ’ ἁπλῶς μέγας τε καὶ

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]