Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

θάττων βραχεῖ, μὴ μέντοι μέγιστός τε καὶ πυκνὸς, οὐκ ἂν εἴη μεγάλη τῆς χρείας ἡ μεταβολὴ πρὸς τῷ καὶ ἀπὸ τῶν ἄλλων γνωρισμάτων χωρὶς τῶν σφυγμῶν δύνασθαι προγινώσκεσθαι τὰ τῆς χρείας πῶς ἔχει. εἴτε γὰρ θερμασίας εἴη πλῆθος εἴτε δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐ χαλεπὸν διορίσασθαι. ἡ μὲν γὰρ θερμασία τὴν ἁφὴν οὐκ ἂν λάθοι, τὰ πολλὰ δὲ καὶ τῷ τῆς δυσπνοίας ἤδη σαφέστατα γνωρίζεται καὶ δίψει καὶ τῇ ἔνδον αἰσθήσει τοῦ κάμνοντος. ἡ δὲ τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσις ἔν τε τοῖς γυμναζομένοις καὶ διαφορουμένοις καὶ τοῖς εἴσω ῥεύμασι γίνεται, ὧν οὐδὲν λάθοι τὸν ἰατρόν. οὐδὲ χρὴ νῦν ἡμᾶς ἐπὶ πλέον ὑπὲρ αὐτῶν λέγειν, οὐ γὰρ τῆς ἄρτι προκειμένης πραγματείας ὅτι μὴ πάρεργον, ἀλλὰ τῆς προγνωστικῆς ἐστιν ὁ τοιοῦτος λόγος. ἐμνημονεύσαμεν δ’ αὐτοῦ νῦν ἐνδείξασθαι τοῖς περὶ τὸν Ἀρχιγένην βουλόμενοι, πρὸς τοῖς περὶ τῆς γενέσεως τοῦ ταχέος σφυγμοῦ κακῶς αὐτοῖς εἰρημένοις, ὡς οὐ χαλεπόν ἐστιν ἐξευρίσκειν ἑκάστοτε τὴν ποιήσασαν αἰτίαν. ἔσται δὲ καὶ διὰ τῶν ἑξῆς ἔτι σαφέστερον ταὐτὸ τοῦτο, περὶ τῶν ὑπολοίπων

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]