Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

ἢ σφοδρὸν, ἤ τινα τῶν ἄλλων σφυγμὸν, ἐνδείκνυσθαι τόδε τι προγεγονὸς, ἢ παρὸν, ἢ γενησόμενον, ὁ δὲ ἀναγινώσκων ἀγνοοῖ διαγινώσκειν ἐπὶ τῶν ἔργων αὐτοὺς, οὔτε κρῖναι δυνήσεται τῶν λεγομένων τὴν ἀλήθειαν οὔτε προγνῶναί ποτ’ ἐξ αὐτῶν οὐδέν. ἡ δὲ τρίτη πραγματεία τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἐκδιδάσκουσα καὶ πρὸς ἀπόδειξιν τοῖς νῦν λεχθησομένοις ἐστὶν ἀναγκαία καὶ πρὸς μνήμην καὶ πρὸς ἀνάμνησιν. εἰσόμεθα δὲ καὶ τοῦτο αὐτὸ σαφέστερον, ἑνὸς οὑτινοσοῦν σφυγμοῦ προχειρισθέντος, οἷον εἰ τύχοι τοῦ μεγάλου. διαιρησόμεθα γὰρ ἐν αὐτῷ πρῶτον μὲν τὴν ὁμωνυμίαν, ἐπειδὴ διχῶς ὁ μέγας λέγεται σφυγμὸς, εἶθ’ ἑξῆς καθ’ ἑκάτερον τῶν σημαινομένων ἐπισκεψόμεθα τί δηλοῦν πέφυκεν ἐνεστὸς, ἢ προγεγονὸς, ἢ μέλλον. τὰ μὲν δὴ σημαινόμενα δύο τοιαῦτά ἐστι. μέγας λέγεται σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν, ὁ δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. τὰ δὲ ἐξ ἑκατέρου προγινωσκόμενα τὰ μέν τινα κοινὰ τῶν σφυγμῶν ἀμφοτέρων ἐστὶ, τὰ δὲ ἴδια. καθ’ ἑκάτερον ἑξῆς οὖν ἅπαντα διέλθωμεν, ἀπὸ κοινῶν ἀρξάμενοι.

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]