De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
πρῶτον ἐπὶ τὰς τῶν ἁπλῶς ὑγιαινόντων σωμάτων, εἶθ’ ἑξῆς
ἐπὶ τὰς μετά τινος ἐπικτήτου κινήσεως, εἶτα ἤδη καὶ ἐπὶ
τὰς νοσούντων ἁπλῶς, καὶ τελευταῖον ἐπὶ τὰς μετά τινος
ἔξωθεν ἀλλοιώσεως. ἐν μὲν γὰρ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν
ὁ μέγας σφυγμὸς ἐνδείξεται τήν τε κρᾶσιν τἀνθρώπου
καὶ τὴν σχέσιν τοῦ σώματος· ἐν δὲ τοῖς μετ’ ἐπικτήτου
διαθέσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς οἰκεῖος ὁ μέγας
ἐστὶ σφυγμός. εἴρηται δὲ ὑπὲρ τῶν τοιούτων ἁπασῶν κινήσεων
ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ.
οὕτω δὲ κᾀν τοῖς νοσοῦσι τοῖς μὲν ἁπλῶς ὁ μέγας σφυγμὸς
ἐνδείξεται θερμὴν τῆς νόσου τὴν διάθεσιν, τοῖς δὲ μετὰ προσφάτου
τινὸς ἔξωθεν ἀλλοιώσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν,
ἧς ἂν οἰκεῖος ὁ μέγας εὑρίσκηται σφυγμός· οἷον αὐτίκα
τῶν ὑγιαινόντων ὅσοι τὸν σφυγμὸν ἔχουσι μέγαν, ὡς πρὸς
τὸν σύμμετρον δηλονότι παραβαλλόμενοι, ἀναμνησθῆναι χρὴ
πρῶτον μὲν αὐτὸ δὴ τοῦτο, τίς ἐστιν ὁ σύμμετρος ἐν τούτῳ
τῷ γένει καὶ κατὰ τίνα φύσιν σώματος. ἐπιδέδεικται δ’ ἐν
τῷ δευτέρῳ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐν ταῖς ἀρίσταις
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]