De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἄλλως ἐξευρεῖν ἀκριβῶς. οὐ μὴν ἀεί γε ταύτην γινώσκομεν,
οὐκ οὖν οὐδ’ ἀκριβῆ διάγνωσιν ἐπὶ πάντων ἕξομεν, ἀλλ’ ἀεὶ
τοσοῦτον ἀπολειπομένην τῆς ἀκριβείας εἰς ὅσον καὶ τῆς τοῦ
κατὰ φύσιν γνώσεως. ὑποκείσθω δὴ πρῶτον ἐν τῷ
προκειμένῳ λόγῳ τὴν διάγνωσιν γίνεσθαι τῆς τοῦ ἀνθρώπου
φύσεως, καὶ τοῦτ’ αὐτῷ μόνον ἐξαίρετον ὑπαρχέτω, μείζων ὁ
σφυγμὸς ἔστω τοῦ συμμέτρου χωρὶς ἁπάσης ἀλλοιώσεως ἐπικτήτου.
τὸν γὰρ τοιοῦτον ἄνθρωπον ἀναγκαῖόν ἐστι τοῦ
τὴν ἀρίστην ἔχοντος κατασκευὴν ἤτοι θερμότερον ἢ ἰσχνότερον
ὑπάρχειν, εἴ τι μεμνήμεθα τῶν προγεγραμμένων ἡμῖν
δυοῖν πραγματειῶν, τῆς τε περὶ διαγνώσεως σφυγμῶν καὶ
τῆς περὶ τῶν ἐν αὐτοῖς αἰτίων. ὑπομεμνήσθω δὲ καὶ τοῦθ’
ἡμῖν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις, ὡς ἐν οἷς παραδιαζευκτικῷ
χρώμεθα συνδέσμῳ, ἢ, πάντα ἅμα τὰ κατὰ μέρος ἐγχωρεῖ
συνελθεῖν, εἴτε δύο, καθάπερ νῦν, ἥτε θερμότης καὶ ἡ
ἰσχνότης, εἴτε καὶ πλείω φαίνοιτο τὰ τὴν ἀλλοίωσιν ἐργαζόμενα.
ὁ μὲν δὴ μέγας σφυγμὸς ὁ ἁπλῶς λεγόμενος, ὥσπερ
ἐδείκνυτο, πρὸς τὸν ἁπλῶς σύμμετρον παραβαλλόμενος ἤτοι
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]