Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

καὶ τὸ σύμπαν πρόσωπον ἀποβλέποντα. κατέχειν μέντοι καὶ κρύπτειν βουλομένῳ τὸν θυμὸν ἀνώμαλος ὁ σφυγμὸς γίνεται καὶ μᾶλλον ἀνώμαλός ἐστιν τοῖς ἀγωνιῶσί τε καὶ αἰδουμένοις. ἡ δ’ ἀπὸ τῶν ἡμιπέπτων ἐν τῷ σώματι χυμῶν πεττομένων τε καὶ τρεφόντων τὴν φύσιν εἰς μέγεθος ἐπίδοσις ὁμοίως τοῖς εἰληφόσι τροφὴν συναυξάνει καὶ τὴν σφοδρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τις ἐν ἡλίῳ τε καὶ παρὰ πυρὶ θαλφθείη, πρὸς τῷ μὴ παραμένειν ἄχρι πολλοῦ τὴν ἀλλοίωσιν ἔτι καὶ ὁ χρὼς αὐχμηρὸς αὐτοῖς καὶ οὐχ ὑγρὸς ὡς ἀπὸ βαλανείων ἔσται. οὗτοι μὲν οὖν ἐξ ὑπεναντίου πως διάκεινται τοῖς λελουμένοις ὅσον ἐπὶ μαλακότητι καὶ ὑγρότητι τοῦ δέρματος. μέσοι δ’ ἀμφοῖν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεταβολῇ τοῦ δέρματός εἰσιν οἱ τριψάμενοί τε καὶ γεγυμνασμένοι. καὶ μὲν δὴ καὶ ἡ θερμότης αὕτη πλείων μέν ἐστι περὶ τὰ στέρνα τοῖς γεγυμνασμένοις τε καὶ θυμουμένοις, ἐλάττων δὲ τοῖς λελουμένοις καὶ μᾶλλον ἄχρι τῶν ἄκρων ὁμαλῶς ἐκτεταμένη μεθ’ ὑγρότητός τε ἅμα καὶ μαλακότητος. ὡσαύτως δὲ καὶ εἰ ὁ ἄνθρωπος ἠλείψατο μεταξύ τινι θερμαίνοντι φαρμάκῳ, δακνώδης τέ τις αἴσθησις ἀπὸ τῆς θερμότητος

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]