Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

ἁπτομένῳ σοι γενήσεται καὶ τάχ’ ἂν οὐδ’ ἄλλως λάθοι ἐμπεπλασμένον αὐτοῦ τῷ δέρματι λίπος ἐκ τοῦ φαρμάκου. αἱ μὲν δὴ τεχνικαὶ διαγνώσεις αὗται τῶν εἰς μέγεθος τρεπόντων αἰτίων τοὺς σφυγμοὺς ἐπί τε ὑγιαινόντων καὶ νοσούντων εἰσίν· αἱ δὲ ἔξωθεν αἱ μὲν ἐξ ἀνακρίσεως, ὡς ὅταν γε μὴν ἐν ἐχθροῖς τισιν, ἢ ἐνεδρεύουσι, ἢ κακοήθως ἀποπειρωμένοις ἀνθρώποις ποιεῖτε τὰς ἐπισκέψεις· αἱ δὲ ἀπὸ τοῦ μὴ κεχωρίσθαι τοῦ κάμνοντος αὐτὸν τὸν ἰατρὸν, ὥσπερ δὴ καὶ ἀρίστας φαμὲν τῶν διαγνώσεων· ὡς ὅσαι γε μήτε διαπαντὸς παρόντος τοῖς νοσοῦσι τοῦ θεραπεύοντος γίνονται μήτ’ ἀληθῆ βουλομένους ἀπαγγέλλειν, αὗται χαλεπώτεραί τέ εἰσι καὶ συνετοῦ πάνυ δέονται τοῦ ἰατροῦ. ἐμοὶ γοῦν συνέβη τῶν ἄλλων ἁπάντων ἀφωρισμένων αἷς πρόσθεν εἴρηκα διαγνώσεσιν ὑπολείπεσθαι ζητῆσαι, εἴτε φάρμακον θερμαῖνον ὁ κάμνων προσηνέγκατο μεταξὺ μὴ παρόντων ἡμῶν, εἴτε καὶ τῷ τῆς ἐπισημασίας λόγῳ μέγεθος ὁ σφυγμὸς προσέλαβεν. ἐν μὲν δὴ τοῖς τοιούτοις καιροῖς ἀναγκαῖόν ἐστι πανταχόθεν ἐπιτεχνᾶσθαί τε καὶ στοχάζεσθαι τἀληθοῦς. πρῶτος μὲν οὖν σκοπὸς ἐν τοῖς τοιούτοις ὁ παροξυντικός ἐστι χρόνος· ἐφεξῆς

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]