Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

ἅπαντας ὡς μηδὲν βέβαιον ἐπισταμένους ἔργον πεποιημένοι· τινὲς δὲ ἁπλοῖ τε καὶ χρηστοὶ καὶ πάντα φανερῶς διαπραττόμενοι, καὶ μηδὲν ὑποστελλόμενοι, μηδὲ κρύπτοντες. ἐπὶ μὲν δὴ τούτων οὐδὲν ὑπονοεῖν χρὴ πεπρᾶχθαι λαθραίως, ἐπὶ δὲ τῶν ἐνεδρευόντων ὑποπτεύειν προσήκει πάντα καὶ περισκέπτεσθαι καὶ διορίζεσθαι, τά τε κατὰ τὸν ἴδιον λόγον τῆς τέχνης ὑποπίπτοντα ταῖς διαγνώσεσι καὶ τὰ παρὰ τῶν ἔξωθεν προσερχόμενα· καθάπερ ἐγώ ποτ’ ἠναγκάσθην ἐπί τινος ἀνδρὸς πλουσίου ποιῆσαι, φιλοφαρμάκου τε καὶ προσφερομένου συνεχέστατα φάρμακα. ἦν δὲ καὶ τὸ ἦθος οἷος ἥδεσθαι μάλιστα τοῖς τῶν πέλας ἐλέγχοις ὡς μηδὲν ἀκριβὲς ἐπισταμένων. εὑρὼν οὖν αὐτοῦ τοὺς σφυγμοὺς εἰς μέγεθος ἐπιδεδωκότας, εἶτα τῶν ἄλλων ἁπάντων αἰτίων τῶν εἰρημένων ἀφορίσας, ὑπολοίπου δὲ ἔτι μένοντος διορισμοῦ, πότερον ὑπὸ φαρμάκου θερμαίνοντος, ἢ λόγῳ παροξυσμοῦ πυρεκτικοῦ δὲ τοιοῦτον γέγονεν, καὶ γάρ πως καὶ ὁ καιρὸς αὐτὸς ἦν ὁ τῆς εἰσβολῆς τοῦ πυρετοῦ, δεῖξαί μοι τὴν γλῶτταν ἐκέλευσα καὶ κεχρωσμένην ὑπὸ φαρμάκου θεασάμενος αὖθις ἡψάμην αὐτοῦ τῶν σφυγμῶν οὐδεμίαν ὑποψίαν ἐνδούς.

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]