Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

ἐν τούτῳ δὲ καὶ ὅτι πιεῖν φαρμάκου βουλόμενον αὐτὸν ἐν τῇ προτέρᾳ διεκωλύσαμεν ἀνεμνήσθην. εἶπον οὖν εὐθέως πρὸς τὸν ἄνθρωπον ὅτι πεπωκὼς εἴη φάρμακον. ὁ δὲ συνεὶς ὡς ἀπὸ τοῦ κατὰ τὴν γλῶτταν χρώματος ἐτεκμηράμην, αὖθίς ποτε ποιήσας σφαιρία μικρὰ τοῦ φαρμάκου κατέπιεν, ὡς μὴ χρωσθῆναι τὴν γλῶτταν. ἀλλ’ ἐγὼ καὶ τοῦτ’ ἐξεῦρον αὐτοῦ τὸ σόφισμα. θεασάμενος γὰρ τὴν γλῶτταν, εἶτ’ αὖθις ἁψάμενος τοῦ σφυγμοῦ καὶ τἄλλα διορισάμενος ἃ μικρὸν ἔμπροσθεν εἴρηται, μᾶλλόν πως ἐπὶ τὸ φάρμακον ἐφερόμην τὴν γνώμην, καὶ πάλιν διαλιπὼν καὶ πάλιν ἁψάμενος, ἠπιστάμην δὲ τὸ φιλόνεικον τἀνδρὸς, ἐτόπασά τε τὸ γεγονὸς ἀποτολμήσας τε πρὸς αὐτὸν ἔφην, ἀλλὰ μέντοι σύ μοι δοκεῖς εἰληφέναι φάρμακον. τοῦ δ’ ἀρνουμένου κατὰ τὸ καρτερώτατον καὶ μάρτυρας τοὺς παραμένοντας οἰκέτας ἐπικαλουμένου, κατέχων αὐτοῦ τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἐφαπτόμενος, ἆρ’ οὖν, ἔφην, δύναιό μοι καὶ ὀμόσαι τινὰ ὅρκον ὃν ἂν ἐγώ σε κελεύσω; ὁ δ’ οὔθ’ ἑτοίμως ἀπεκρίνατο πρὸς τοῦτο καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν ἀνωμάλου ἴσχεν ὡς ἐπ’ ἀγωνίᾳ. καὶ μὴν, 

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]