De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
φύσιν αὐτοῦ τοῦ πράγματος. φαίνονται δ’ ἑπτὰ καὶ κ΄ διὰ
πάχος ἢ λεπτότητα τοῦ σώματος, ἢ ῥυσσοτέρου τοῦ δέρματος,
ἢ στενοχωρίαν ἀνώμαλον τῶν περὶ ταῖς ἀρτηρίαις χωρίων,
ἢ διαπλάσεως ἰδιότητα. χρὴ τοίνυν ἕκαστον ὅστις μὴ
μέχρι λόγου ψιλοῦ μετέρχεται, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἔργων
ἀσκεῖν προαιρεῖται, μεμνημένον ἁπάντων ὧν νῦν δὴ πέπαυμαι
λόγων, ἐπειδὰν ἐπισκέπτηταί τινα τῶν κατὰ τὸ
ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν, πρῶτον μὲν
ἐπισκοπεῖσθαι τίς ἐστι τῶν ἑπτὰ καὶ εἴκοσιν, εἶθ’ ἑξῆς αὐτοῦ
χωρίσαντα τὰς διὰ τὰ παρακείμενα σώματα γινομένας ἀλλοιώσεις
ἐξευρεῖν εἴτε σύμμετρός ἐστιν, εἴτε μέγας, εἴτε
μικρὸς, εἶθ’ ἑξῆς τὰς διαθέσεις ὑφ’ ὧν τοιοῦτος ἐγένετο.
διδάσκουσι γὰρ αὗται τά τε προγεγονότα καὶ τὰ μέλλοντα,
οἷον εὐθέως ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ, παραδείγματος
γὰρ ἕνεκα τὸν λόγον ἐπὶ τούτου διδάξομεν· ὅτι μέν
ἐστιν ὅσον ἐφ’ ἑαυτῷ μικρὸς εὔδηλον ἐκ τοῦ τὴν μὲν κατὰ
κύκλον αὐτοῦ μεμειῶσθαι διάστασιν, ηὐξῆσθαι δὲ τὴν κατὰ
μῆκος. εἰ γὰρ ὑπὸ δυοῖν αἰτίων ὁ κύκλος τῆς διαστολῆς ἐλάττων
φαίνεται, διά τε πολυσαρκίαν καὶ ὅτι μικρότερος ὄντως
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]