De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
τῆς ἀρτηρίας ἤτοι σκληρὸν ἢ μαλακὸν ἀποτελεῖται, οὐ μὴν
διαγνῶναί γε δυνατόν ἐστι τῶν εἰρημένων γενῶν οὐδὲν, ὅτι
μὴ βραδύτητα μόνην καὶ τάχος, οὐδὲ ταῦτ’ ἐπὶ πάντων, ἀλλ’
ἐν ἐκείνοις τοῖς σφυγμοῖς ἐν οἷς αἰσθητὴ διάγνωσίς ἐστι τῆς
συστολῆς, ὡς ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπιδέδεικται.
καὶ μὲν δὴ κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐδέδεικτο
τῆς ἀρτηρίας ἐνέργειά τις εἶναι, καὶ ἡ συστολὴ τῆς
διαστολῆς οὐδὲν ἧττον. ἀμφότεραι γὰρ διαφυλάττουσι τὴν
συμμετρίαν τῆς κατὰ φύσιν θερμότητος. ἡ μὲν γὰρ διαστολὴ
καθάπερ εἰσπνοή τις ἐμψύχουσά τε τὸ ὑπερβάλλον τῆς φλογώσεως
καὶ τῷ ῥιπίζειν ἀνάπτουσα τὸ σβεννύμενον, ἡ δὲ
συστολὴ τὸ λιγνυῶδες ἀποχέουσα δίκην ἐκπνοῆς. δηλώσει
τοιγαροῦν τὸ μὲν τάχος τῆς συστολῆς ἀξιόλογόν τι πλῆθος
αἰθαλωδῶν περιττωμάτων ἀθροίζεσθαί τε ἅμα καὶ ἐκκρίνεσθαι
κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ περ ἂν εὑρίσκηται· ἡ δὲ
βραδύτης τοὐναντίον οὔτε ἀθροίζεσθαι πολὺ τὸ τοιοῦτο
περίττωμα, καὶ διὰ τοῦτο μηδὲ κενώσεως δεῖσθαι. πάμπολυ
μὲν γὰρ ἀθροίζεται κατὰ τὰς σήψεις τῶν χυμῶν, ἐφ’ αἷς
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]