De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
δέρματι τεταγμένον ἀκωλύτως ἀναφέρεσθαι. τούτου γὰρ μόνου
τοῖς ἁπτομένοις εἰς αἴσθησιν ἥκοντος, ἔσται ποτὲ δίκροτος
ὁ σφυγμὸς, ὅταν ἐξορμῆσαν αὐτὸ διὰ τὴν τῶν ἐπικειμένων
κουφότητα πάλιν ἀντισπάσῃ κατέχοντά τε καὶ μὴ
συνεπόμενα τὰ ἑκατέρωθεν μόρια, τὰ πρὸς τῶν ἐπικειμένων
σωμάτων βαρυνόμενα, καὶ διὰ τοῦτο καὶ μήτ’ αἰσθητὴν
ὅλως ποιούμενα τὴν κίνησιν μήθ’ ἣν ποιεῖται τὴν αὐτὴν τῷ
φαινομένῳ μέρει τῆς ἀρτηρίας, ἀλλὰ μεμελημένην τε καὶ βραδύνουσαν.
ἐν τούτῳ γὰρ ἀντισπᾶσθαι συμβαίνει πρὸς αὐτῶν
τὸ φθάνον ἐξορμῆσαι, σκληρᾶς οὔσης τῆς ἀρτηρίας. ἄλλως
γὰρ οὐκ ἐγχωρεῖ γενέσθαι τὴν ἀντίσπασιν ἐν ταῖς τοιαύταις
διαθέσεσιν. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ δίκροτοί τ’ εἰσὶ
καὶ σκληροὶ, ὁ δὲ τρίτος ὁ ἐπὶ δυσκρασίᾳ γινόμενος οὔτε
δίκροτος, ἀλλὰ δὶς πλήττων μόνον, οὔτ’ ἐξ ἀνάγκης σκληρός.
εἰ δὲ καὶ τοῦτόν τις ὀνομάζειν ἐθέλει δίκροτον, οὐδὲν διαφέρει.
μεμνήσθω δὲ μόνον ὡς οὐκ ἔστιν ὅμοιος τοῖς ἀποπαλλομένοις
σώμασιν ἀπὸ σκληρῶν σκληροῖς, ἀλλ’ ὡς ὀλίγον ἔμπροσθεν
εἴρηται, διαμαχομένων ἀλλήλαις γίγνεται τῶν δύο δυνάμεων,
τῆς τε διαστελλομένης καὶ τῆς συστελλούσης τὴν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]