De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
οὖν οἰκεῖοι σφυγμοὶ πλήθει θερμότητος ὅ τε μέγας καὶ ὁ ταχὺς
καὶ ὁ πυκνὸς, ἀλλ’ ὁ μέγας μὲν οὐ θερμότητος μόνης ἐπικρατούσης,
ἀλλὰ καὶ ὀργάνων δεῖται μαλακῶν καὶ δυνάμεως
εὐρώστου· ὥστ’ οὐκ ἂν ἀχώριστος εἴη τῆς κατὰ θερμότητα
δυσκρασίας. οὕτως δὲ καὶ ὁ ταχὺς ἐῤῥωμένης δεῖται δυνάμεως,
καὶ ὀργάνων ἑτοίμως διαστελλομένων, ὥστ’ οὐδ’ οὗτος ἀχώριστος.
ὁ δέ γε πυκνὸς, εἰ μὲν αὐτάρκως ὑπὸ τοῦ μεγέθους
τε καὶ τάχους ἡ χρεία πληρωθείη, τὴν ἀρχὴν οὐδ’ ἂν συσταίη,
δέδεικται γὰρ καὶ τοῦτο, μὴ πληρουμένης δὲ γίγνοιτ’ ἄν. ὥστ’
οὐδ’ οὗτος ἀχώριστος, οὐ μὴν οὐδ’ ἐκ τῶν οἰκείων εἴη ἄν τις
ἀχώριστος. ἐκ δὲ τῶν οἰκείων μὲν, οὐκ ἀχωρίστων δὲ κρατήσει
ποτὲ μὲν ὁ μείζων, ποτὲ δὲ ὁ θάττων, ποτὲ δὲ ὁ πυκνότερος.
εἰ μὲν γὰρ ἡ θερμότης αὐξηθείη μόνη, κατὰ φύσιν
δ’ ἔχοιεν ἥ τε δύναμις καὶ τὰ ὄργανα, βραχείας μὲν τῆς ἐκτροπῆς
γενομένης, εἰς μέγεθος μόνον ἐπιδώσουσιν οἱ σφυγμοὶ,
πλέονος δὲ καὶ εἰς τάχος, ἀξιολόγου δὲ καὶ εἰς πυκνότητα.
προσέχειν δ’ ἐν τούτῳ δεῖ τὸν νοῦν ἀκριβῶς τῷ μᾶλλόν τε
καὶ ἧττον ἐν ἑκάστῳ γένει σφυγμῶν. εἰ μὲν γὰρ εἰς τὸ μέγεθος
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]