De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἐσχάτως, ἀσθενῆ τὴν δύναμιν ἅμα τῷ πλήθει τῆς θερμότητος
ἐνδείξεται. πάντως οὖν ὁ τοιοῦτος ἔσται καὶ ἀμυδρὸς καὶ
κίνδυνον ἐπάξει συγκοπῆς. ἀναμνησθῆναι δὲ χρὴ κᾀνταῦθα
τίνα τρόπον ἐγχωρεῖ θερμότητα μὲν ὑπάρχειν
ἐν τῇ καρδίᾳ παμπόλλην, ἐῤῥῶσθαι δὲ τὴν δύναμιν. εἰ γὰρ
ἡ μὲν ῥώμη ταῖς εὐκρασίαις, ἡ δ’ ἀῤῥωστία ταῖς δυσκρασίαις
ἕπεται, δυσκρασία καταλήψεται τὴν καρδίαν ἅμα τῇ πλεοναζούσῃ
θερμότητι. ὥστ’ ἐξ ἀνάγκης καὶ ἡ δύναμις ἀῤῥωστήσει.
πῶς οὖν, ὅταν ὁ σφυγμὸς ἅμα μέγιστός τε ᾖ καὶ τάχιστος
καὶ πυκνὸς καὶ σφοδρὸς, οὐ μόνον θερμότητα παμπόλλην
ὑπάρχειν ἐν τῇ καρδίᾳ φαμὲν, ἀλλὰ καὶ δυνάμεως
εὐρωστίαν; ὅτι διώρισται πολλάκις ἐν ἑτέροις ἡμῖν κᾀν ταῖς
τῶν πυρετῶν διαγνώσεσι τὸ θερμαίνεσθαι τοῦ τεθερμάνθαι
διαφέρειν. ὅταν μὲν γὰρ θερμαίνηται τὸ σῶμα τῆς καρδίας
ὑπὸ τῆς περιεχομένης ἐν ταῖς κοιλίαις αὐτῆς οὐσίας, ἐγχωρεῖ
τὴν δύναμιν ἐῤῥῶσθαι, καὶ δι’ αὐτό γε τοῦτο πλεῖστον μὲν
καὶ τάχιστον καὶ πυκνότατον εἰσπνέουσιν οἱ τοιοῦτοι, μέγιστον
δὲ καὶ τάχιστον καὶ πυκνότατον σφύζουσιν, ἀπομαχομένης
ἔτι τῆς καρδίας πρὸς τὴν θερμαίνουσαν οὐσίαν καὶ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]