De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
καρδίας κινήσει καὶ τῇ τῶν κατὰ μέρος ἀρτηριῶν ἁπασῶν,
τὸ δέ τι διαλλάττον. αἱ μὲν δὴ πρῶται τῶν κινήσεων ἀρχαὶ
κατὰ τὸν αὐτὸν ἔσονται χρόνον, ὅταν γε δέχωνται τὴν παρ’
αὐτῆς δύναμιν ἀμέμπτως. οὔτε δὲ τὸ μέγεθος οὔτε τὸ τάχος
οὔθ’ ἡ σφοδρότης ὁμοίως ἀμφοτέραις ὑπάρξει, ἀλλ’ ἡ
καρδία τηνικαῦτα καὶ μείζονα καὶ θάττονα καὶ σφοδρότερον
ἕξει τὸν σφυγμὸν ἁπασῶν τῶν κατὰ μέρος ἀρτηριῶν. ἡ μὲν
γὰρ ἀρχὴ τῆς κινήσεως αὐταῖς ἐκ τῆς καρδίας ἐστὶν, ὁ δὲ
τρόπος ἑκάστῃ τῆς οἰκείας κινήσεως, ὡς ἂν καὶ τύχῃ τῇ καρδίᾳ
συνδιατεθεῖσα. συνδιατίθεται γὰρ ἡ μὲν ὡσαύτως ἔχουσα
τῇ κράσει καθ’ ὃν ἂν ἡ καρδία τρόπον ἐνεργῇ, ἡ δ’ ἐναντίως
εἰς ὅσον ἂν καὶ τύχῃ δεξαμένη τὴν ἐξ αὐτῆς ἀλλοίωσιν. ἐνδέχεται
τοιγαροῦν ἐνίοτε τὴν ψυχρὰν ἀρτηρίαν ὑπὸ τῆς καρδίας
θερμαινομένην οὔτε μικρὸν ἐργάσασθαι τὸν σφυγμὸν, οἷός
περ ὁ τῆς ψυχρᾶς ἐστι, οὔτε μέγαν, οἷός περ ὁ τῆς θερμῆς,
ἀλλὰ τὸν ἀμφοῖν μέσον, ὅσπερ δὴ καὶ σύμμετρος καὶ κατὰ
φύσιν ἐστίν. οὕτω δὲ καὶ τῷ τάχει σύμμετρος ἐν ταῖς τοιαύταις
διαθέσεσιν ὁ σφυγμὸς ἔσται καὶ τῇ σφοδρότητι μέτριος.
ἐναργῶς δὲ διαγνώσῃ τὸ λεγόμενον, εἰ κατὰ τὸν αὐτὸν χρόνον
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]