De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
οἷς σώμασι τὸ κατὰ φύσιν οὐ προεπιστάμεθα. γινωσκομένου
δὲ τούτου δυνατόν ἐστι καὶ τὴν βραχεῖαν ἐπιγνῶναι μεταβολὴν,
ὅταν ἠσκημένος ᾖ τις ἐν διαγνώσει σφυγμῶν. ὥσπερ δ’
ὀλίγον ἔμπροσθεν, ἡνίκα τοῦ σπλάγχνου θερμοτέρου γενομένου,
τῶν ψαυόντων δ’ αὐτοῦ ψυχροτέρων, ἐσκοπούμεθα τοὺς
σφυγμοὺς, ἑκτικὸν ἐλέγομεν εἶναι τὸν πυρετὸν, οὕτως νῦν εἰ
μὲν τὸ σπλάγχνον εἴη ψυχρότερον ἅπαντος τοῦ κατὰ φύσιν
ὅρου, τὰ δὲ ψαύοντα θερμότερα, πυρέξει μὲν ὁ ἄνθρωπος,
ἀλλ’ οὐ τὸν ἑκτικὸν ὀνομαζόμενον πυρετὸν, ἀλλ’ ἤτοι τὸν
ἐφήμερον ἢ τὸν ἐπὶ σήψει χυμῶν. ἴδια δ’ ἑκάτερα τὰ γνωρίσματα,
τοῦ μὲν ἐφημέρου πυρετοῦ μιχθέντος ψυχροτέρῳ
σώματι καρδίας, ὅταν ἴσως ἑκάτερος ἐξεστήκῃ τοῦ κατὰ φύσιν
ὁ σφυγμὸς, οὐδὲν μὲν τῷ μεγέθει παραλλάττει τοῦ κατὰ φύσιν,
ὥσπερ οὐδὲ πυκνότητι σαφὲς οὐδὲν, οὐδὲ τάχει, πρὶν
ἀξιόλογον ἑκατέρου γενέσθαι τὴν ἐκτροπὴν, ἀμυδρότερον δ’
εἰς τοσοῦτον εἰς ὅσον καὶ τὸ σπλάγχνον ψυχρότερον
ἔσται. τοῦ δ’ ἐπὶ σήψει χυμῶν, ἴσον μὲν ἀεὶ καὶ τούτου τὸ
μέγεθος, οὐκ ἴσον δὲ τῶν κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων γενῶν,
ἀλλ’ ἐπειδὰν μὲν ὀλίγον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, οὐδὲν ὅ τι
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]