De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα
τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ’ ἡ καρδία μόνη τὴν πυρετώδη
πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δ’
αἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος ὁ διὰ
τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ
διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα
καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δ’ ἐπὶ
πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν
καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος,
ἡ καρδία συμπάσχουσα κατ’ ἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς
σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης
τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν
ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους
γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ
τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν
πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ.
πρόσεστι δ’ ἐξαίρετον οἷς ὁ πνεύμων ἔψυκται πρῶτος αἴσθησις
ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος
ὁ πνεύμων γένοιτο, κατ’ ἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]